Ancient Greek · ~1 min
1 to 2
Origen, Selecta in Psalmos [Dub.] 1-110-2
Not analysed yet
Ἐπίστευσα, διὸ ἐλάλησα, κ. τ. ἑ. Εἰ μὴ βεβαίως τις καὶ ἀπερισπάστως ἐπίστευσε, μὴ διδασκέτω· γνησίου γὰρ διδασκάλου φωνὴ τό· «Ἐπίστευσα, διὸ ἐλάλησα. »Αὐτοῦ δὲ τούτου τῆς ἀτυφίας καὶ ταπεινοφροσύνης δεῖγμα, μηδαμῶς ἐπὶ τῷ διδάσκειν φυσιουμένου ἐκ τοῦ· «Ἐγὼ δὲ ἐταπεινώθην σφόδρα. »Τοῦ αὐτοῦ. Πίστις ἐστὶ ψυχῆς αὐτεξουσίου λογικὴ συγκατάθεσις.