Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΙΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 8-28
Not analysed yet
Ὅτι ἐξείλετο τὴν ψυχήν μου, κ. τ. ἑ. Τοῦ μηκέτι ἁμαρτάνοντος δηλονότι. «Ψυχὴ γὰρ ἁμαρτάνουσα ἀποθανεῖται. »Ὁ δὲ ἀλυπίαν ἀναλαβὼν ἐρεῖ, ὅτι Κύριος ἐξείλετο τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων. Ἐρεῖ δὲ αὐτὸ καὶ ὁ τὸ μακαριζόμενον πένθος πενθήσας, ὅταν τυγχάνῃ τοῦ, γελάσονται, καὶ τοῦ, παρακληθήσονται. Ὁ δὲ ἀκούσας τοῦ, «Σὺ δὲ αὐτὸς στῆθι μετʼ ἐμοῦ, »ἐρεῖ· Ἐξείλετο Κύριος τοὺς πόδας μου ἀπὸ ὀλισθήματος.