Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ ΡΙΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-113
Not analysed yet
Ὠδὴ τῶν ἀναβαθμῶν, κ. τ. ἑ. Μόνοι οἱ τῷ βίῳ (42) καὶ τῷ λόγῳ ἀναβαίνοντες οἰκεῖοί εἰσι τῶν ἀναβαθμῶν, καὶ τῶν ἐν ταῖς ᾠδαῖς αὐτῶν μυστηρίων. Στοχαζόμεθα τὴν μὲν πρώτην ᾠδὴν τῶν ἀναβαθμῶν λέγεσθαι ἐν τῷ λαῷ, εἴποτε πόλεμος προσεδοκᾶτο· τὴν δὲ δευτέραν, ὁπότε παρεσκευάζοντο, καὶ συμμάχων ἐδέοντο· τὴν δὲ τρίτην. μετὰ τὸ συμβαλόντες τοῖς πολεμίοις ὑπέρτεροί πως αὐτῶν γεγονέναι· τὴν δὲ τετάρτην, ὅτε περὶ τῆς νίκης ἐπὶ τέλει ἥλπιζον· τὴν δὲ πέμπτην, ἐπὶ τῷ κατωρθωκέναι· τὴν δὲ ἕκτην, ἐπανερχόμενοι· τὴν δὲ ἑβδόμην, ἐπανεληλυθότες· τὴν δὲ ὀγδόην, ἐπισκευάζοντες τὸν ναόν· τὴν δὲ ἐννάτην, μετὰ τὸ ἐν εἰρήνῃ γενέσθαι, διαγράοντες τίς ὁ μακάριος, ἐπὶ τῷ τοὺς οἰκείους ἀπειληἑναι, καὶ εἶναι σὺν αὐτοῖς· τὴν δὲ δεκάτην, ἐν αθείᾳ τυγχάνοντες εἰρήνῃ, ὅτε φασὶ πολλάκις μὲν επολεμῆσθαι, μηδεπώποτε δὲ δεδυνῆσθαι κατʼ αὐῶν τοὺς πολεμίους· τὴν δὲ ἐνδεκάτην, ἤδη τοῖς είοις σχολάζοντες καὶ τὰ βάθη αὐτῶν συνιέντες· ην δὲ δωδεκάτην, ὡς οὐκ ἐπαιρόμενοι ἐπὶ τοῖς γνωθεῖσιν· τὴν δὲ τρισκαιδεκάτην, περὶ ἀποκαταστάεως εὔχονται Χριστοῦ· τὴν δὲ τεσσαρεσκαιδεκάτην, ερὶ ἀποκαταστάσεως τῆς Ἐκκλησίας· τὴν δὲ πενκαιδεκάτην, περὶ τοῦ δεῖν αὐτοὺς, φθάσαντας εἰς ν οἶκον τοῦ Θεοῦ, ἑστάναι ἐν αὐτῷ, καὶ εὐλογεῖν τὸν, ἐπαίροντας τὰς χεῖρας εἰς τὰ ἅγια, ἵνα καὶ τοὶ εὐλογηθῶσιν ἀπὸ Κυρίου.