Ancient Greek · ~2 min
123 to 124
Origen, Selecta in Psalmos [Dub.] 123-124
Not analysed yet
Ζήσεται ἡ ψυχή μου καὶ αἰνέσει σε, καὶ τὰ κρίματά σου βοηθήσει μοι, κ. τ. ἑ. Εἰς τὸν μέλλοντα χρόνον ἐνέκλειε τὴν ζωὴν τῆς ψυχῆς· «Ἡ γὰρ ζωὴ ἡμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ Θεῷ. »Τότε ὑμνήσει κυρίως τὸν Θεόν. Ἐαλανήθην ὡς πρόβατον ἀπολωλός· ζήτησον τὸι δοῦλόν σου, ὅτι τὰς ἐντσλάς σου οὐκ ἐπελαθόμην, κ. τ. ἑ. Πρῶτον μὲν τὴν πλανηθεῖσαν ψυχὴν ὡς δικαιοσύνη ἐπιστρέφει ὁ Κύριος, ἕπειτα δὲ καὶ ὡς σοφία, εἴπερ πλάνη ἐστὶ ψυχῆς κακία καὶ ἀγνωσία.