Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΚΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-115
Not analysed yet
Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι· Εἰς οἶκον Κυρίου πορευσόμεθα. Ἑστῶτες ἦσαν οἱ πόδες ἡμῶν ἐν ταῖς αὐλαῖς σου, Ἱερσυσαλὴμ, κ. τ. ἑ. Δύνανται οἱ εἰρηκότες (52) τῷ δικαίῳ· «Εἰς οἶκον Κυρίου πορευσόμεθα, »αὐτοὶ λέγειν καὶ τὸ, «Ἑστῶπας ἦσαν οἱ πόδες ἡμῶν, »τοῖς εἰρηκόσιν Υἱῷ καὶ ἁγίῳ Πνεύματι, καὶ ἀγγέλοις ἁγίοις ἢ ἀνθρώποις, τοῖς διὰ τοῦ βίου καλῶς τὴν ἐπὶ τὸν οἷκον τοῦ Θεοῦ πορείαν ποιουμένοις.