Ancient Greek
2 to 4
Origen, Selecta in Psalmos [Dub.] 2-58-4
Not analysed yet
Τοῦ αὐτοῦ. «Ἑστῶτες ἦσαν (53) οἱ πόδες ἡμῶν· »τὸ μέλλον ὡς παρεληλυθὸς λέγεται, ὡς καὶ ἐν τῷ, «Διεμερίσαντο τὰ ἱμάτιά μου ἑαυτοῖς· »καὶ ἐν τῷ, «Ἔδωκαν εἰς τὸ βρῶμά μου χολήν. Ἱερουσαλὴμ οἰκοδομουμένη ὡς πόλις, ἧς ἡ μετοκὴ αὐτῆς ἐπὶ τὸ αὐτὸ, κ. τ. ἑ. Ὅταν ἡ τῶν (54) πτιστευόντων καρδία καὶ ψυχὴ μία ᾖ, καὶ τὸ αὐτὸ ὑπὲρ ἀλλήλων μεριμνῶσι τὰ μέλη, Ἱερουσαλήμ εἰσι, καὶ ὡς πόλις, ἧς ἡ μετοχὴ αὐτῆς ἐπὶ τὸ αὐτό. Ἐκεῖ γὰρ ἀνέβησαν αἱ φυλαὶ, κ. τ. ἑ. Προφητεύει (55) ἐπὶ τῶν μελλουσῶν φυλῶν ἀναβαίνειν ἐπὶ τὴν ἀρετὴν καὶ γνῶσιν τοῦ Θεοῦ· πᾶσαι γὰρ αἱ φυλαὶ τετυχήκασι τῆς ἀρετῆς καὶ τῆς γνώσεως τοῦ Θεοῦ.