Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ι.
Origen, Selecta in Psalmos [Dub.] 1-12
Not analysed yet
Ὅτι ἰδοὺ οἱ ἁμαρτωλοὶ ἐνέτειναν τόξον, ἡτοίμασαν βέλη εἰς φαρέεραν, τοῦ κατατοξεῦσαι ἐν σκοτομήνῃ τοὺς εὐθεῖς τῇ καρδίᾳ, κ. τ. ἑ. Μὴ ἀρκούμενοι, φησὶ, τῇ (93) ἑαυτῶν ἀπωλείᾳ οἱ ἁμαρτωλοὶ, ἀλλʼ ἐπισπώμενοι τὰς ἁμαρτίας ὡς σχοινίῳ μακρῷ, τοῖς τοῦ Θεοῦ πολεμοῦσιν ἀνθρώποις, καὶ κατατοξεύειν αὐτοὺς πειρῶνται τοῖς τῆς αὐτῶν κακίας ἰοῖς, καὶ τῷ βασκαίνειν αὐτῶν τῇ τοσαύτῃ τοῦ ἡγεμονικοῦ καθαρότητι, τὸ σκότος προβάλλονται κατʼ αὐτῶν, ὡς αἱ σηπίαι τὸ μέλαν. Καὶ ταῦτα δρῶσι, τὰς φυσικὰς καὶ κατὰ φύσιν ὀρθὰς καθελόντες ἐννοίας ἐξ ἑαυτῶν, ἃς δὴ Θεὸς κατηρτίσατο.