Ancient Greek
ΨΑΛΜΟΣ Ι.
Origen, Selecta in Psalmos [Dub.] 2-10
Not analysed yet
Τοῦ αὐτοῦ. Τόξον ἐστὶν ἀκάθαρτος νοῦς (94). Ἐγὼ, φησὶν, ἐπὶ τῷ Κυρίῳ πέποιθα. Οἱ πολεμοῦντες ἁμαρτωλοί. Τίς ἂν οὖν δείσῃ καὶ φύγῃ Θεὸν ἔχων βοηθὸν, καὶ πολεμίους ἁμαρτωλούς; «Ἡτοίμασαν βέλη εἰς φαρέτραν. »Βέλος ἐστὶν ἐμπαθὴς λογισμὸς, φαρέτρα δὲ ἕξις χειρίστη λογισμῶν ἀκαθάρτων πεπληρωμένη. Ταῦτα ἐπὶ δαιμόνων πολεμούντων λαμβάνονται νοητῶς. Νοηθεῖεν δʼ ἂν καὶ αἰσθητῶς ἐπὶ αἰσθητῶν ἐχθρῶν. «Ἐν σκοτομήνῃ. Σκοτομήνη ἐστὶν ἄγνοια ψυχῆς λογικῆς. Ἐν ἀσελήνῳ νυκτί φησιν αὐτοὺς ἐνεδρεύειν, δηλῶν τὸ λαθραῖον τῆς ἐπιβουλῆς. Εὐθεῖς δὲ τῇ καρδίᾳ ἑαυτὸν λέγει καὶ τοὺς μετʼ αὐτοῦ, οὐ κομπάζων, ἀλλʼ ἐμφαίνων τὴν ἑαυτοῦ ἔννοιαν, καὶ μηδὲν ἐργάσασθαι εἰς βλάβην τοῦ Σαούλ.