Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΚΖ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-121
Not analysed yet
Μακάριοι πάντες οἰ φοβούμενοι τόν Κύριον, οἱ πορευόμενοι ἐν ταῖς ὁδοῖς αὐτοῦ, κ. τ. ἐ. Πολλαὶ ὁδοὶ (92) Κυρίου, ἐν αἷς οἱ πορευόμενοι μακάριο, ἀφʼ ὧν ἔστιν ὁδεῦσαι ἐπὶ τὸν εἰπόντα· «Ἐγώ εἰμι ἡ ὁδὸς, »ὡς ἀπὸ τῶν πολλῶν μαργαριτῶν ἐπὶ τὸν πολύτιμον ἕνα. Εἰ μακάριοι πάντες οἱ φοβούμενοι τὸν Κύριον, οἱ μὴ φοβούμενοι τὸν Κύριον οὐ μακάριοι· ἐπεὶ μὴ οὕτως μακάριοι οἱ ἕξω βαλόντες τὸν φόβον. Οἱ δὲ φοβούμενοι τὸν Κύριον πορεύονται ἐν ταῖς ὁδοῖς αὐτοῦ. Εἰ δέ τις μὴ πορεύεται, οὐ φοβεῖται.