Ancient Greek · ~5 min
5 to 10
Origen, Selecta in Psalmos [Dub.] 5-53-10
Not analysed yet
Εἰς μάτην ὑμῖν ἐστι τὸ ὀρθρέζειν· ἐγείρεσθς μετὰ τὸ καθῆσθαι, οἱ ἐσθίοντες ἄρτον ὀδύνης, ὅταν δῷ τοῖς ἀγαπητοῖς αὐτοῦ ὕπνον, κ. τ. ἑ. Ὥσπερ ὁ ὕπνος (87) ἀφίστησιν ἡμᾶς τῶν αἰσθητῶν, οὕτω καὶ ἡ τοῦ Θεοῦ θεωρία τῶν αὐτῶν ἀφίστησι. Τοῦ αὐτοῦ. Ὥσπερ ὑπνοῦντες (88) οὐδʼ αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ὑπνοῦμεν, οὕτω καὶ θεωροῦντες μηδʼ αὐτὸ τοῦτο γινώσκομεν, ὅτι ἐν θεωρίᾳ γεγόναμεν. Τοῦ αὐτοῦ. Εἰ ἡ πρακτικὴ (89) ἄρτου λόγον ἐπέχει, ὁ δὲ ὕπνος τῆς γνώσεως, καλῶς μετὰ τὴν βρῶσιν τοῦ ἅρτου τῆς ὀδόνης δίδοται ἡμῖν ὁ ὕπνος· μόνη γὰρ ἡ γνῶσις τοῦ Θεοῦ πέφυκε λύειν τὸν κάματον τῆς πρακτικῆς. Τοῦ αὐτοῦ. Εἰ ὁ ὕπνος (90) εἵωθε σῶμα θερμαίνειν, καλῶς ἡ γνῶσις λέγεται ὕπνος· πάντας γὰρ τοὺς κεκτημένους αὐτὴν ποιεῖ τῷ πνεύματι ζέοντας. Τοῦ αὐτοῦ. Ὥσπερ ὁ ὕπνος πέπτων (91) τὰς τροφὰς διὰ τῶν χυμῶν τρέφει τὸ σῶμα, οὕτω καὶ ἡ γνῶσις τρέφει τὴν ψυχὴν, τοὺς τῆς πρακτικῆς αὐτὴν λόγους διδάσκουσα. Ἰδρὺ ἠ κληρονομία Κυρίου, υἱοὶ, ὁ μισθὸς τοῦ καρποῦ τῆς γαστρὸς, κ. τ. ἑ. Ἡ κληρονομία (91*) Κυρίου οὐ θυγατέρες, ἀλλʼ υἱοὶ, οἵτινές εἰσι μισθὸς τοῦ καρποῦ τῆς γαστρός. Τοιοῦτοι δὲ οἱ δίκαιοι υἱοί. Διὸ τρὶς ὀφθήσονται τοῦ ἐνιαυτοῦ ἐνώπιον Κυρίου τοῦ Θεοῦ. Οὐδεὶς δὲ ἄδικος υἱὸς μισθός ἐστιν ἢ κληρονομία Κυρίου.