Ancient Greek
ΨΑΛΜΟΣ ΠΡΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-123
Not analysed yet
Ἐκ βαθέων ἐκέκραξά σοι, Κύριε, κ. τ. ἑ. Οὐκ ἐξ ἐπιπολῆς (4), ἀλλʼ ἐκ τῶν ἐν ἑαυτῷ βαθέων κέκραγε πρὸς Κύριον. Τὸ δὲ «ἐκέκραξά σοι, »ἕτερον τυγχάνον τοῦ «ἐκέκραξα πρὸς σὲ, »δύναται ση μαίνειν, ὅτι μεγάλως καὶ μεγάλῃ φωνῇ (νοητῶ, δὴ μεγάλῃ) ἐθεολόγησα. Ὁ μὲν οὖν φαῦλος τοῖς χείλεσι τιμᾷ Κύριον, πόῤῥω ἀπέχων ἀπʼ αὐτοῦ τῇ καρδίᾳ· ὁ δὲ μακάριος, τῷ τὸ πνεῦμα κράζειν ἐν τῇ καρδίᾳ αὐτοῦ, ἐκ βαθέων ἐκέκραγε πρὸς τὸν Κύριον.