Ancient Greek
ΨΑΛΜΟΣ ΡΑΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-127
Not analysed yet
Αὶνεῖτε τὸ ὄνομα Κυρίου, αὶνεῖτε, δοῦλοι, Κύοἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν, κ. τ. ἑ. Αἰνεῖτε οὐκ ἄλλοι (27) ἢ ἑστῶτες, καὶ οὐκ ἀλλαχοῦ ἢ ἐν οἵκῳ Κυρίου, ἐν αὐλαῖς οἴκου Θεοῦ ἡμῶν. Σημειώσῃ δὲ, ὅτι οἶκος μὲν Κυρίου λέγεται, αὐλαὶ δὲ τοῦ Θεοῦ ἡμῶν· καὶ ἀνωτέρω μὲν εἰρῆσθαι «εὐλογεῖτε, »νῦν δὲ «αἰνεῖτε· »κὰκεῖ μὲν μόνον τὸ, «οἱ ἑστῶτες ἐν οἴκῳ Κυρίου, »ν τῷ Ἑβραϊκῷ· νῦν δὲ μετὰ τοῦ, «ἐν αὐλαῖς Θεοῦ ἡμῶν. »