Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΙΒ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-13
Not analysed yet
Ἕως πότε, Κύριε, ἐπιλήσῃ μου εἰς τέλος; κ. τ. ἑ. Μήποτε ὡς πρὸς τὸ τέλος (10) λέγει ἐπιλελῆσθαι αὐτοῦ τὸν Θεὸν, καὶ οὐχ ἀπλῶς ἐπιλελῆσθαι. Καὶ ἐν ἄλλῳ ψαλμῷ ἐπιλελησμένη ὠνόμασται. «Ἕως πότε ἀποστρέψεις τὸ πρόσωπόν σου ἀπʼ ἐμοῦ; »Τοῦτο τὸ πρόσωπον οἱ ἄγγελοι βλέπουσι διαπαντός. Ὅταν γὰρ ἑαυτὸν ἐμφανίζῃ τῷ χωρητικῷ τῆς θέας τοῦ προσὡπου αὐτοῦ ὁ Θεὸς, παύσεται ἀποστρέφων ἀπʼ αὐτοῦ, καὶ κρύπτων τὸ πρόσωπον ἑαυτοῦ· ὅπερ ἐποίει ποτὲ καὶ ἐπὶ Μωϋσέως, φειδόμενος αὐτοῦ, ἕως ἅνθρωπος ἦν. Ἀποστρέφει ὁ Θεὸς τὸ πρόσωπον αὐτοῦ κηδεμονικῶς, ὅταν ἀνάξια τῶν ἐντολῶν αὐτοῦ πράτττωμεν. Ποιεῖ δὲ τοῦτο ἵνα ἡμᾶς ἐπισπάσηται. t ἐπεὶ πρόσωπον τοῦ Πατρὸς Υἱὸς, αἰτεῖ ταχύτερον αὐτοῦ γενέσθαι τὴν σάρκωσιν, τὸ τοιοῦτο ῥητὸν τέθεικεν.