Ancient Greek · ~2 min
2 to 3
Origen, Selecta in Psalmos [Dub.] 2-11-3
Not analysed yet
Ἕως τίνος θήσομαι βουλὰς ἐν ψυχῇ μον. κ. τ. ἑ. Βουλὰς τίθεταί τις (11) πρῶτον πλείονας ἐν τῇ ψυχῇ αὐτοῦ, εἶτα ἐπὶ τέλει τὴν ἐπὶ πᾶσι μεγάλην βουλὴν τὴν τοῦ Θεοῦ, ἧς τὸ πνεῦμα ἐπανεπαύσατο ἐπὶ τὴν ἐξ Ἰεσσαὶ ῥάβδον. Φώτισον τοὺς ὀφθαλμούς μοι, μή ποτε ὑπνώσω εἰς θάνατον, κ. τ. ἑ. «Φωτίσατε ἑαυτοῖς (12) φῶς γνώσεως. »Ὡς ἐν σκότει ταῖς συμφοραῖς περιέχομαι, καὶ εἰ μή μου τὸ τῆς ἀθυμίας ἀπελάσῃς σκότος, ἀλλʼ ὑπερθῇ τὴν βοήθειαν, εἰς θάνατον ὁ ὕπνος μεταβληθήσεται, τῆς λύπης παντελῶς τοῦ λογισμοῦ κρατησάσης.