Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΡΑΗ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-130
Not analysed yet
Κύριε, ἐδοκίμασάς με, καὶ ἔγνως με, κ. τ. ἑ. Καὶ ἐν τοῖς (47) ἑξῆς δὲ ὡς ἀναφαινομένης τῆς καρδία. ἐν τοῖς πειρασμοῖς εἴρηται· «Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου· »ἡ δὲ πέμπτη ἔκδοσις νῦν μὲν, «ἐξηρεύνησας, »εἶπεν· ἐν δὲ τοῖς ἑξῆς «ἐξερεύνησον. »Ὡς γὰρ χρυσὸς ἐν χωνευτηρίῳ δοκιμάζεται, οὕτως ἄνθρωποι δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Γέγραπται δὲ ἐν ψαλμῷ· «Ἐδοκίμασας ἡμᾶς ὡς πυροῦται τὸ ἀργύριον. »Νοήσας τοῦτο. γνώσῃ, ὅτι μόνος ὁ δίκαιος καὶ πᾶς δοκιμασθεὶς γινώσκεται, ὡς ὦν ἐν Χριστῷ ἀπὸ Θεοῦ· ὡς δῆλον καὶ ἐκ τοῦ· «Δοκίμασόν με, Κύριε, καὶ γνῶθι τὴν καρδίαν μου. »