Ancient Greek · ~5 min
2 to 6
Origen, Selecta in Psalmos [Dub.] 2-69-6
Not analysed yet
Τοῦ αὐτοῦ. Πάντα προειδὼς (48) ὁ Θεὸς, ὅμως δοκιμάζει, οὐχ ἵνα γνῷ, ἀλλʼ ἵνα τοὺς ὑπομένοντας δοκιμωτέρους ἐργάζηται. Ἵνα δὲ μή τις αὐτὸν ὑπολάβοι δοκιμάζοντα γινώσκειν, ἐπήγαγε τῷ λόγῳ· «Σὺ συνῆκας τοὺς διαλογισμούς μου ἀπὸ μακρόθεν. »Ὁ γὰρ τοὺς διαλογισμοὺς εἰδὼς καὶ πρὸ τοῦ κινηθῆνσι αὐτοὺς, μᾶλλον δὲ πρὸ πολλοῦ χρόνου, πῶς ἂν δεηθείη δοκιμασίας πρὸς ἰδίαν γνῶσιν; Τὴν τρίβον μου καὶ τὴν σχσῖνόν μου ἐβιχνίασας, κ. τ. ἑ. Τῶν καλῇ (49) τρίβῳ χρωμένων ἐξιχνιάζει ὁ Θεὸς τὴν σχοῖνον, καὶ πάντα τὰ μέτρα τῆς ὁδοῦ τῶν τοιούτων προεῖδεν ὁ Θεός. Ὅτι οὐκ ἕστι δόλος ἐν γλώσσῃ μου, κ. τ. ἑ. Οὐκ ἕστι (50), φησὶ, δόλος ἐν γλώσσῃ μου· ἀντὶ τοῦ, Οὐκ ἕστιν ἐπιπόλαιός μοι λόγος, ἀλλʼ ἐν βάθει καὶ καρδίᾳ. Ἐν στόματι δὲ μωρῶν ἡ καρδία αὐτῶν. Τοῦ αὐτοῦ. Γλῶσσαν (51) τροπικῶς τὴν καρδίαν ὠνόμασεν. Ἰδοὺ, Κύριε, σὺ ἕγνως πάντα τὰ ἔσχατα κοὶ τὰ ἀρχαῖα, κ. τ. ἑ. Ἐπίσκεψαι (52) διὰ τί τὰ μέσα παρασεσιώπηται· διὰ τὸ τὴν κακίαν εἶναι ἐν τῷ μεταξὺ, οὕτε ἐν τῇ ἀρχῇ, οὕτε ἐν τῷ τέλει ὑπάρχουσαν. Ἐθαυμαστώθη ἡ γνῶσίς σου ἐξ ἐμοῦ, ἐκραταιώθη, οὐ μὴ δύνωμαι πρὸς αὐτὴν, κ. τ. ἑ. Φωνὴ πολλοὺς (53) ὠφελήσαντος διδασκάλου σοφοῦ, τὰ θαυμάσια τῆς γνώσεως μυστήρια οἰκονομήσαντος.