Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΡΛΘ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-131
Not analysed yet
Οἵτινες ἐλογίσαντο ἀδικίαν ἐν καρδίᾳ, ὅλην τὴν ἡμέραν παρετάσσοντο πολέμους, κ. τ. ἑ. Διὰ τῶν (64) λογισμῶν ἡμῖν οἱ δαίμονες παρατάσσονται, ποτὲ μὲν ἐπιθυμίας κινοῦντες, ποτὲ δὲ ὀργὰς, ἄλλοτε πάλιν ἐν ταυτῷ θυμὸν καὶ ἐπιθυμίαν, διʼ ὧν γίνεται ὁ λεγόμενος πεπλεγμένος λογισμός· ἀλλʼ οὗτος ἐν καιρῷ τῆς ἀκηδίας συμβαίνει μόνον, οἱ δʼ ἄλλοι ἐκ διαλείμματος ἐπέρχονται ἀλλήλους διαδεχόμενοι. Τὸν δὲ τῆς ἀκηδίας λογισμὸν κατʼ ἐκείνην τὴν ἡμέραν οὐδεὶς διαδέχεται διαλογισμὸς, πρῶτον μὲν, ὅτι καὶ χρονίζει, ἔπειτα δὲ καὶ σχεδὸν πάντας τοὺς λογισμοὺς ἔχει ἐν ἑαυτῷ.