Ancient Greek · ~3 min
12 to 15
Origen, Selecta in Psalmos [Dub.] 12-17-15
Not analysed yet
μέραι πλασθήσσνται καὶ οὐθεὶς ἐν αὐτοῖς, ἑ. Ἐν γνώσει (60) πλασθήσονται, καὶ οὐδεὶς ἔσται γνώσεως ἐκτὸς, ὅπως γένηται ὁ Θεὸς τὰ πάντσ ἐν πᾶσιν. Ἐξηγέρθην, καὶ ἔτι εἰμὶ μετὰ σοῦ, κ. τ. ἑ. «καθεύδων (61), καὶ ἀνάστα ἐκ τῶν νεκρῶν, καὶ ἐπιφαύσει σοι ὁ Χριστός· »διὸ ἔγερσίς ἐστιν ἡ ἀπὸ κακίας ἐπʼ ἀρετὴν ἐπάνοδος. Τέλειον μῖσος ἐμίσουν αὐτοὺς, κ. τ. ἑ. Εἰ ὁ τέλειος (62), μισήσας τὸ πονηρὸν, ἀπέχεται πάσης κακίας, ὁ μεταλαμβάνων τῆς οἱασδηποτοῦν κακίας αὐτῶν τελείως οὐ μεμίσηκε τὸ πονηρόν. Δοκίμασόν με, ὁ Θεὸς, καὶ γνῶθι τὴν καρδίαν μου, κ. τ. ἑ. Εἰ ὁ Θεὸς (63) πῦρ καταναλίσκον ἐστὶ, διὰ τῆς ἐπινοίας δηλονότι τοῦ πυρὸς δοκιμάζει τὰς ψυχὰς τῶν ἀνθρώπων.