Ancient Greek · ~4 min
1 to 3
Origen, Selecta in Psalmos [Dub.] 1-21-3
Not analysed yet
Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται ὁ βασιλεὺς, καὶ ἐπὶ τῷ σωτηρίῳ σου ἀγαλλιάσετ σφόδρα, κ. τ. ἑ. Εἰ Χριστὸς (33) Θεοῦ δύναμις, μή ποτε ἐπʼ ἐκείνῃ εὐφρανθήσεται. Ὡς δὲ δύναμις κς σοφία, οὕτω καὶ σωτηρία. Τὴν ἐπιθυμίαν τῆς καρδίας αὐτοῦ ἕδωκας αὐ τῷ, καὶ τὴν θέλησιν τῶν χειλέων αὐτοῦ οὺ ἐστέρησας αὐτὸν, κ. τ. ἑ. Ἐπιθυμία μὲν κα ρδίς (34) ἐν νοητοῖς, καὶ θεωρία ὀφθαλμῶν ἐν ὁρατοῖς καὶ θεάμασι, θέλησις δὲ χειλέων ἐν τῇ περὶ τῶν νενοημένων καὶ τεθεωρημένων ἐπαγγελίᾳ. Ἕθηκας ἐπὶ τὴν κεφαλὴν αὐτοῦ στέφανον ἐκ λίθου τίμίου, κ. τ. ἑ. Στέφανος μὲν Χριστοῦ (35) ὁ Θεὸς, Χριστὸς δὲ τῆς λογικῆς φύσεως. Λίθοι τίμιοι οἱ μαργαρῖται λόγοι, περὶ ὧν εἵρηται· «Μὴ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. »Καὶ ὁ πολυτίμητος μαργαρίτης τοῦ ἐμπόρου, καὶ οἱ Χριστοῦ μαθηταὶ, οἳ ὡς στέφανος πλακέντες τῇ Χριστοῦ κεφαλῇ ἐπιτεθήσονται.