Ancient Greek
7 to 10
Origen, Selecta in Psalmos [Dub.] 7-13-10
Not analysed yet
Τοῦ αὐτοῦ. Σωτήριόν ἐστι Θεοῦ (29) τὸ ἐν αὐτῷ, σώζεσθαι· ἐν υἱοῖς δὲ ἀνθρώπων οὐκ ἔστιν αὕτη ἡ σωτηρία. Πληροῦται δὲ τὰ αἰτήματα τοῦ αἰτοῦντος μεγάλα καὶ ἐπουράνια. Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου, »τ. ἑ. Ἀλλʼ οὐ τὰ κακὰ (30) αἰτήματα. Ὦ τἀς θυσίας προσήνεγκας, πληρώσαι ὅσα κατὰ διάνοικν ᾔτησας, ὅτι μηδὲ ἀλλότρια αὐτοῦ τὰ τῆς σῆς βσυ λῆς. Ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐιοῦ, κ. τ. ἑ. Ἐπακούει γὰρ (31) Κύριος παντὸς βασιλέως, βασιλευομένου ὑπὸ τοῦ Βασιλέως τῶν βασιλευόντων. Αὐτοὶ συνεποδίσθησαν καὶ ἔπεσαν, κ. τ. ἑ. Θ μὲν ἀντικείμενοι (32) μετὰ τῆς κακίας ἡμῖν ἐφῳμῶσιν· ἡμεῖς δὲ μετὰ τῆς Χριστοῦ γνώσεως αὐτῷ ἀπαντῶμεν· πεσοῦνται γὰρ αἱ ἀντικείμεναι δ̣?άμεις, ἡνίκα τὸ ῥηθὲν ἐπιφανεῖται σωτήριον.