Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ Κ̣?΄.
Origen, Selecta in Psalmos [Dub.] 1-27
Not analysed yet
Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα φοβηθήσομαι; Κύριος ὑπερασπιστὴς τῆς ζωῆς μου, ἀπὸ τίνος δειλιάσως; κ. τ. ἑ. Ὁ ἀνδρεῖος ταῦτα (8) ἐρεῖ καὶ γνώσει πεφωτισμένος, ὁποῖος ἦν ὁ λέγων «Τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ ριστοῦν. Καὶ γὰρ εἰ ἀληθῶς ὁ Χριστὸς ὑπὲρ ἡμῶν, ἐξουδένωται πᾶς ὁ καθʼ ἡμῶν. Ἐὰν δὲ μὴ ἐκλάβωμεν τὸ, «ζωῆς μου,» ἐπὶ τοῦ εἰπόντος, «Ἐγώ εἰμι ἡ ζωὴ. ἀλλʼ ἐπὶ τῆς ἁπλούστερον νοουμένης, οὐκ ἔσται ὑπερασπιστὴς τῆς τῶν μαρτύρων ζωῆς ὁ Κύριος. Καὶ ὁ Παῦλος δὲ λέγων, «Ὥστε ἐξαπορηθῆναι ἡμᾶς ??τοῦ ζῇν,» τὴν θεῖαν ἔλεγε ζωήν. Δειλίαν δὲ οὐ πείπταν ὁ ταῦτα λέγων ἐκ διαθέσεως. «Τοῖς» γὰρ «δειλοῖς, ??τὸν Κύριον, τὸ μέρος ἐν τῇ λίμνῃ τοῦ πυρός. »Προσ κόπτει δὲ ψυχὴ τυφλώττουσα, καὶ πάντα φοβεῖται. καὶ τὴν εἰς Θεὸν ὁμολογίαν ἀρνήσεται· ὑπὸ Θεοῦ δὲ φωτισθεῖσα, πρῶτον μὲν τὸν πρόμαχον αὐτῆς καὶ Σωτῆρά ἐστι θεωροῦσα, μετὰ δὲ ταῦτα τῶν αὐτῆς πολεμίων καταθαῤῥεῖ, εἴτε Θεὸν ἀγνοούντων ἀνβρώ πων, εἴτε δυνάμεων ἀοράτων, ὡς αὐτὸν ἔχουσα τὸν Υἱὸν βοηθόν· ἐν γὰρ τούτῳ τῷ Ἑβραϊκῷ τὸ, σωτ̣? μου,» ὄνομα γέγραπται τοῦ Σωτῆρος ἡμῶν Ἰησαῦ Χριστοῦ· διʼ ὧν ἄν τις τοῖς Ἑβραῖκοῖς χαρακτῇρσ γρόψῃ τὸν Ἰησοῦν.