Ancient Greek · ~3 min
7 to 9
Origen, Selecta in Psalmos [Dub.] 7-17-9
Not analysed yet
Κύριε, ἠγάπησα εὐπρέπειαν οἴκου σου, ??τόπον σκηνώματος δόξης σου. Μὴ συναπολέσῃς μετὰ ἀσεβῶν τὴν ψυχήν μου, καὶ μετὰ ἀνδρῶν αἱμάτων τὴν ζωήν μου, ὧν ἐν χερσὶν ἀνομαι Ἡ δεβιὰ αὐτῶν ἐπλήσθη δώρων, κ. τ. ἑ. Τὴν ψυγὴν ἀπαθῆ διεφύλαξα. Τοῦ αὐτοῦ. Ὡς δυναμένου (6) καὶ δικαίου συνασολέσθαι τοῖς ἀσεβέσι, ταῦτά φησι. Καὶ ὁ Ἀβραὰμ δὲ πρὸς τὸν Θεὸν, «Μὴ συναπολέσῃς, »φησὶ, «δίκαια μετὰ ἀσεβοῦς; Καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής; »Χρηστέον δὲ τούτῳ τῷ ῥητῷ πρὸς εὐλαβεῖς ἄνδρας ἢ γυναῖκας, συζῶντας ἢ συζούσας κακοῖς. Τοῦ αὐτοῦ. «δεξιὰ αὐτῶν ἐπλήσθη δώρων. Ἐπειδὴ εἰργάζοντο (7) ἀνομίαν, διὰ τοῦτο τὴν δεξιὰναὐτῶν ἐπλήρουν δώρων.