Ancient Greek · ~5 min
ΨΑΛΜΟΣ. Β΄.
Origen, Selecta in Psalmos [Dub.] 1-3
Not analysed yet
Ἴνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενάς Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ, κ. τ. ἑ. Δυσὶν ἐντυχόντες (70) Ἑβραϊκοῖς ἀντιγράφοις, ἐν μὲν τῷ ἑτέρῳ εὕρομεν ἀρχὴν δευτέρου ψαλμοῦ ταῦτα· ἐν δὲ τῷ ἑτέρῳ συνήπτετο τῷ πρώτῳ. Καὶ ἐν ταῖς Πράξεσι δὲ τῶν ἀποστόλων τὸ, «Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε,» ἐλέγετο εἶναι τοῦ πρώτου ψαλμοῦ. «Ὡς γὰρ γέγραπται, »φησὶν, «ἐν πρώτῳ ψαλμῷ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. »Τὰ Ἑλληνικὰ μέντοι ἀντίγραφα δεύτερον εἶναι τοῦτον μηνύει. Τοῦτο δὲ οὐκ ἀγνοητέον, ὅτι ἐν τῷ Ἑβραϊκῷ οὐδενὶ τῶν ψαλμῶν ἀριθμὸς παράκειται, πρῶτος εἰ τύχοι, ἢ δεύτερος, ἢ τρίτος. Τί δὲ τὸ λέγον ἂν εἴη πρόσωπον προφητείαν περιέχον τὴν περὶ Χριστοῦ; τοι τὸ Πνεῦμα τὸ ἄγίον, ἢ αὐτὸς ὁ προφήτης ἐστίν. Ἀπὸ δὲ τοῦ Διαψάλματος μεταβολὴ γίνεται τοῦ λέγοντος· ἔστι γὰρ ὁ Χριστὸς, ὡς καὶ τοῦτο παραστήσομεν τὰς λέξεις ἐξετάζοντες. Καὶ οὐ θαυμαστὸν εἰ ἐν ἐνὶ ψαλμῷ οὐχὶ ἐν πρόσωπόν ἐστι τὸ λέγον· πολλαχοῦ γὰρ τοῦτο ἔστιν δεῖν, ὡς προϊόντες δείξομεν. Καὶ ταῦτα μὲν πρὸ τοῦ ψαλμοῦ, κατανοήσωμεν δὲ τὰς λέξεις.