Ancient Greek · ~7 min
Καὶ μεθ᾿ ἕτερα·
Origen, Selecta in Psalmos [Dub.] 10
Not analysed yet
Ὅτι γινώσκει ὁ Κόριος ὁδὸν δικαίων, κοὶ ὁδὸς ἀσεβῶν ἀπολεῖται. Οὐδὲν ὑπὸ Θεοῦ γινώσκεται (69) φαῦλον, ἀλλʼ ἡ τῶν δικαίων ὁδός. «Ἔγνω »γὰρ «Κύριος τοὺς ὄντας αὐτοῦ. »Ὁδὸς δὲ δικαίων ὁ εἰπών· «Ἐγώ εἰμι ἡ ὁδὸς, »περὶ οὗ λέλεκται· «Ἴδετε δὲ ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀγαθή. »Ὁδὸς δὲ ἀσεβῶν ἣν ὁδεύουσιν οἱ κακολογοῦντες τὸν Δημιουργόν. Ἀγνοεῖ δὲ καὶ οὐ γινώσκει τὰ κακὰ, οὐ τῷ δύνασθαι αὐτὸν περιδράξασθαι πάντων, καὶ περιλαβεῖν τῇ διανοίᾳ αὐτοῦ (τοῦτο γὰρ ἀθέμιτον καὶ λογίζεσθαι περὶ Θεοῦ )· ἀλλὰ τῷ ἀνάξια εἶναι τῆς γνώσεως αὐτοῦ. Τάχα διὰ τοῦτο (τολμηρότερον δὲ αὐτὸ ἐρεῖ ὁ λόγος) πυνθάνεται περὶ ὧν οὐκ οἶδεν· ὅταν γὰρ ἁμάρτῃ ὁ Ἀδὰμ, οὐκ οἶδεν αὐτὸν, οὐδὲ τὸν τόπον εἰς ὃν ἐκπέπτωκε φεύγων ἀπὸ Θεοῦ. Διό φησιν· «Ἀδὰμ, ποῦ εἷ; »Ὁμοίως δὲ καὶ ἐν τῷ Εὐαγγελίῳ πυνθάνεται περὶ ὧν οὐκ ὄντων ἀξίων τῆς γνώσεως αὐτοῦ. Ἐπεὶ γὰρ οὐκ οἷδε τὸ δαιμόνιον, οὐδὲ τὸ ὄνομα αὐτοῦ, πυνθάνεται τί τὸ ὄνομα αὐτοῦ, ὅτε ἐκεῖνο ἀποκρίνεται, ὅτι, «Λεγεὼν ὄνομά μοι. »Καὶ πρὶν τὴν ἄφεσιν τὴν περὶ τῆς σωτηρίας λαβεῖν τὴν αἱμοῤῥοοῦσαν πυνθάνεται λέγων· «Τίς μου ἥψατο; »Τὴν ὁδὸν οὖν τῶν ἀδίκων ὁ Θεὸς ἀγνοεῖ, τὴν δὲ τῶν δικαίων γινώσκει. Τίς δὲ ἡ ὁδὸς τῶν δικαίων ἢ ὁ εἰπών· «Ἐγώ εἰμι ἡ ὀδὸς, »ὃν γινώσκει ὁ Πατήρ; «Οὐδεὶς γὰρ ἔγνω τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ. »Ἁρμοσει δὲ τοῖς περὶ γνώσεως καὶ ἀγνωσίας Θεοῦ τὰ συνεχῶς κείμενα ἐν ταῖς προφητείαις ὀνόματα, μνήμη καὶ λήθη Θεοῦ. Πολλάκις γὰρ ἐν εὐχαῖς εἴρηται τό· «Μνήσθητί μου· »καὶ, «Ἵνα τί ἐπιλανθάνῃ τῆς πτωχείας ἡμῶν; »Ἀποῤῥίπτει γὰρ τῆς ἑαυτοῦ μνήμης τοὺς ἁμαρτάνοντας· ὥσπερ πάλιν προσίεται τοὺς μετανοοῦντας, καὶ ἀναλαμβάνει τούτων τὴν μνήμην.