Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΛΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-34
Not analysed yet
Τῷ· Δαυῒδ. ὁπότε, ἠλλοίωσε τὰ πρόσωπον αὐτοῦ ἐναντίον Ἀβιμέλεχ, καὶ ἀπέλυσεν αὐτὸν, καὶ ἀπῆλθεν, κ. τ. ἑ. Ὁ τὸ φεῦγο (90) πρότωπον μὴ ἐπιδείξας ὡς φεῦγον, ἀλλʼ ὡς ἀποσταλὲν, οὖτος ἠλλοίωσε τὸ πρόσωπον αὐτοῦ, Πρόσωπον δὲ νῦν τὸ τῆς ψυχῆς λέγει κατάστημα· ἀλλοία γάρ ἐσπι φεύγουσα, καὶ ἀλλοία ἀποσταλεῖσα. Πρόσωπον δὲ πολλάκις ἡ Γραφὴ καὶ τὸν λόγον, λέγει τοῦ ἀνθρώπου, καθὼς ὁ ἄγγελός φησι πρὸς τὸν Λώτ· «Ἰδοὺ ἐθαύμασά σου τὸ, πρόσωπον, καὶ, ἐπὶ τῷ ῥήμστι τούτῳ οὐ μὴ καταστρέψω τὴν πόλιν. περὶ ἧς ἐλάλησας. »