Ancient Greek · ~5 min
7 to 12
Origen, Selecta in Psalmos [Dub.] 7-21-12
Not analysed yet
Τοῦ αὐτοῦ. Σάλος ἐστὶν (85) ἐπαινετὸς ψυχῆς λογικῆς ἀπὸ κακίας καὶ ἀγνωσίας ἐπʼ ἀρετὴν καὶ γνῶσιν μετάθεσις. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαιν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, κ. τ. ἑ. Ἡ μὲν γένεσις (86) τὴν τῶν λογικῶν οὐσίωσιν δηλοῖ· ἡ δὲ κτίσις τὴν ἀπὸ τοῦ κρείττονος ἐπὶ τὸ χεῖρον μεταβολήν· «Εἴ τις »γὰρ «ἐν Χριστῷ καινὴ κτίσις, »ἀνακαινίζεται. Κύριος διασκεδάει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν, καὶ ἀθετεῖ βουλὰς ἀρχόντων, κ. τ. ἑ. Αἱ βουλαὶ τῶν ἐθνῶν (87), καὶ οἱ λογισμοὶ τῶν λαῶν, καὶ αἱ βουλαὶ τῶν ἀρχόντων ἀθετοῦνται ὑπὸ Κυρίου, ὡς ἐναντιούμεναι τῷ θελήματι αὐτοῦ, τοῦ «πάντας ἀνθρώπους θέλοντος σωθῆναι καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. »Ὁ πλάσας κατὰ μόνας τὰς καρδίας αὐτῶν, ὁ συνιεὶς πάντα τὰ ἔργα αὐτῶν, κ. τ. ἑ. Ὁ μόνος πλάσας (88) μόνος καὶ γινώσκει· διὸ καλῶς λέγεται ὁ Θεὸς μόνος καρδιογνώστης. Ῥσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λμῷ, κ. τ. ἑ. Πρότερον δεῖ (89) τινα ῥύσασθαι ἀπὸ θανάτου, εἶθʼ οὕτως διατραφῆναι. Καὶ διὰ μὲν πρακτικῆς ῥύεταί τινα ἀπὸ θανάτου ὁ Κύριος, διὰ δὲ γνώσεως τρέφει. Ἡ σὲ ψυχὴ ἡμῶν ὑπομενε τῷ Κυρίῳ, ὅτι βοηθὸς καὶ ὑπερασπιστὴς ἡμῶν ἐστιν, κ. τ. ἑ. Ἡ τοῦ δικαίου (89*) καρδία οὐκ εὐφραίνεται ἐν βρώμασιν ἢ ἐν πόμασιν, ἀλλʼ ἐν δικαιοσύνῃ, καὶ γνώσει, καὶ σοφίᾳ.