Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΛΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-35
Not analysed yet
Δίκασον, Κύριε, τοὺς ἀδικοῦντάς με, πολέμησον τοὺς πολεμοῦντά με, κ. τ. ἑ. Εἰδὼς, ὅτι (1) τῶν ἀδεκησάντων αὐτὸν Ἰουδαίων παραπτώματι, καὶ πολεμησάντων αὐτὸν Ἰσραηλντῶν ἁμαρτήματι σωτηρία ἔστα τοῖς ἔθνεσιν, ὑπὲρ τῶν ἐθοῶν δυνάμεν εὔχεται, διὰ τὸ ἐκείνους δικασθῆναι καὶ πολεμηθῆναι. Τάχα δὲ καὶ ὡς πρὸς τὴν κρίσιν κουφίζονται οἱ ἐνταῦθα δκασθέντες καὶ πολεμηθέντες. Πάντες δὲ οἱ ἀδικοῦντες ἀδικοῦσι Χριστὸν, τὴν δικαιοσύνην καὶ οἱ μὴ ἔχοντες ἐν ἑαυτοῖς εἰρήνην πολέμους ἔχουσι, καὶ πολεμοῦσι Χριστὸν, ὅς ἐστιν εἰρήνη ἡμῶν. Δικάζεν δὲ ὁ Κύριος τοὺς ἀδικοῦντας, τὴν ἐν αὐτοῖς. ἀδικίαν ἀπόλλυσιν. Οὕτω δὲ καὶ πολεμεῖ τοὺς πολεμοῦντας τὸν δίκαιον, ἐπʼ ἀγαθῷ τῶν πολεμουμένω τοῦτο ποιῶν, ὡς ἂν παύσαιντό ποτε τὰ ἐχθρὰ τῇ δικαιοσύνῃ πράττοντες.