Ancient Greek · ~2 min
13 to 15
Origen, Selecta in Psalmos [Dub.] 13-9-15
Not analysed yet
Φυλάσσει Κύριος πάντα τὰ ὀστᾶ αὐτῶν ἔν ἐξν αὐτῶν οὐ συντριβήσεται, κ. τ. ἑ. Ὁστᾶ νῦν λέγει τὰς δυνάμεις τῆς ψυχῆς, ἢ τὰ δόγματα τὰ ἀληθῆ, τὰ συνέχοντα τὴν ζωὴν τῆς ψυχῆς. Θάσαεος ἀμαρτωλῶν πονηρὸς κ. τ. ἑ. Πονηρὸς, ἐπίπονος, πιερός. Ἔοικε δὲ λέγειν θάνατον τὴν. κόλασιν χωρίζουσαν ψυχὴν ἀπὸ κακίας. Λυτρώσετεαι Κύρος ψυχὰς δούλων αὐτοῦ, κ. τ. ἑ. Λύτρον ἐστὶ δόμα τι. τοῖς πολεμίοις διδόμενον πρὸς τῶν ἡττηθέντων, ἤ πρὸς τοῦ τῶν ἡττηθέντων προνοονμένου ἐπὶ σωτηρίᾳ καὶ ἀφέσει. τῶν. αἰχμαλωτισθέντων.