Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΜΑ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-40
Not analysed yet
Ἐδίψησεν ἡ ψυχή μου πρὸς Θεὸν, κ. τ. ἑ. Πρὸς. τὸν Θεὸν (89) διψῶσιν οἱ ἐν τῷ Εὐαγγελίῳ ἐπὶ τῷ διψᾷν μακαριζόμενοι. Οὐκ εἶπεν· Ἐδίψησεν ἡ ψυχή μου τὸν Θεὸν, οὐ γὰρ Θεὸν πίνει ἡ ψυχὴ, ἀλλά οπρὸ, τὸν Θεόν.» Τὰ γὰρ πρὸς Θεὸν ὁ ἅγιος διψὰ, ὥσπερ ἁμαρτωλὸς τὰ μὴ πρὸς Θεὸν, ἀλλὰ τὰ πρὸς κοσμικ ζωὴν, ἢ τὰ πρὸς διάβολον. Καὶ ὁ Σωτὴρ δὲ εἰστήκει καὶ ἔκραζε λέγων· «Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με, καὶ πινέτω. »Καὶ ὅτι μόνοι οἱ ἅγιοι ὀφθήσοντε τῷ προσώπῳ τοῦ Θεοῦ, ἀποτρέποντος αὐτὸ ἀπὸ ἀμαρ τωλῶν. Ἤ ὡς ἀποστρέψαντος τοῦ Θεοῦ τὴν ἐτοπτικὴν αὐτοῦ δύναμιν ἀπὸ τοῦ λαοῦ, ἀπεθρήνουν τὴν ἐνταῦσ ζωήν· πρὸς αὐτὸν δὲ καταντᾷν ἠβούλοντο τὸν θεόν. Τοῦτο δὲ ἔλεγον παντὸς μώμου κεκαθαρμένοι ὁ γαρ ἐσπιλωμένος, «Ἀπόστρεψον, φησὶ, τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου. »