Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ Μ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-23
Not analysed yet
Σὺ σὲ, Κύριε, ἐλέησόν με, κ. τ. ἑ. Τὸν ἔλεον (88) καὶ τὴν ἀνάστασιν οὐχ ἑαυτῷ, ἀλλʼ ἡμῖν αἰτεῖ. Ἔστι δὲ τὸ μὲν, «ἀνάστησόν με,» ἀνθρωποπρεπῶς· τὸ δὲ ἀνταποδώσω αὐτοῖς,» δηλαδὴ τοῖς ἐχθροῖς, θεοπρετῶς. Ἐπιχαίρει δὲ τοῖς ἡττωμένοις ὁ ἐχθρός. Εἶτα τάλιν ἀνθρωπινώτερον ἔφη· «Ἐν τούτῳ ἔγνων, ὅτι εθέληκάς με, »ἔν τε τῷ ἐλεῆσαι καὶ ἀναστῆσαι Τουτστιν ἠγάπησας· ἐν ἀγάπῃ γὰρ πᾶν θελητόν. Ἐμοῦ ἐ ἀναστάντος οὐ μὴ ἐπιχαρᾕ ὁ τῆς ἀνθρωπότητος χθρὸς ὁ δεάβολος, ὁ τὸν θάνατον διʼ ἁμαρτίας ἐπαγαγών. Ἤ τάχα καὶ Ἰουδαίους αἰνίττεται. Καὶ τὸ «ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν, »ἤτοι ἀμίαντον, ἀνθρυ πινώτρον εἵρηται. Ἐβεβαιώθημεν δὲ ἐν Χριστῷ, καὶ τοῦτο ἐνώπιον τοῦ Πατρὸς γενόμενον εὶς τὸν αἰῶνα.