Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΜΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-42
Not analysed yet
Ὁ Θεδς, ἐν τοῖς ὠσὶν ἡμῶν ἠκούσαμεν· Οἱ πατέρες ἡμῶν ἀνήγγειλαν ἡμῖν, κ. τ. ἑ. Ἐκ προσώπου (7) τῶν ἐν τῇ διασπορᾷ ὁ ψαλμὸς, ἢ ἐκ προσώπου τῶν ἄπὸ τῶν ἐθνῶν, οἵτινες ἐπίστευσαν, ἐξ ἀκοῆς παραλαβόντες τὸν λόγον ἀπὸ τοῦ Ἰσραὴλ, ᾧ ὤφθη ὁ Θεός. Τὸ δὲ ἐξῆς διὰ τὸ, «Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι. »Πλὴν εἴ τις ἀναγγέλλει, πατήρ ἐστιν.