Ancient Greek · ~3 min
4 to 6
Origen, Selecta in Psalmos [Dub.] 4-32-6
Not analysed yet
Τοῦ αὐτοῦ. Ὄρος ἅγιόν (4) ἐστι Θεοῦ ὅ Χριστός σκηνώματα δὲ αὐτοῦ, αἱ ἅγιαι δυνάμεις ἐν αἷς κατοικεῖ. Πρὸς τὸν Θεὸν εὐφραίνοντα τὴν νεότητά μου, ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ, ὁ Θεὸς, ὁ Θεός μου, κ. τ. ἑ. Καὶ ἐν τῷ (5) ὀγδοηκοστῷ τρίτῳ πρὸς τὴν ψυχήν φησιν· «Ἀνακαινισθήσεται ὡς ἀετοῦ ἡ νεότης σου.» Ταῦτα διηγηματικὰ πρὸς ἡμᾶς διὰ μέσου. Εἶτα πάλιν πρὸς Θεὸν ἀπὸ τοῦ, «Ἐξομολογήσομαί σοι ἐν κιθάρᾳ· »μήποτε τῷ ἁρμοσθέντι ὑπὸ τοῦ πνεύματος σώματι. Ἔλπισον ἐπὶ τὸν Θεὸν, ὅτι ἐξομολογήσομαι αὐτῷ, σωτήριον τοῦ σροσώπου μου ὁ Θεός μου, ν. τ. ἑ. Ἡ ψυχὴ δεῖται (6) ὑπομνήσεως τῆς, «Ἔλπισον ἐπὶ τὸν Θεόν.» Σωτήριον δὲ τοῦ προσώπου ἀνακεκαλυμμένου, καὶ τὴν δόξαν Κυρίου κατοπτρίζειν κατὰ τὴν αὐτὴν, τουτέστιν ὡσαύτως ἔχουσαν, μεταμορφουμένου παντὸς, καὶ μάλιστα τοῦ Ἰησοῦ ἐστιν.