Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΜϚ'.
Origen, Selecta in Psalmos [Dub.] 1-45
Not analysed yet
Πάνται τὰ ἔθνη, κροτήσατε χεῖρας, κ. τ. ἑ. Οἱονεὶ φωνὴν (56) ἀφιέτωσαν ἀγαλλιάσεως ἀτὸ τῶν καλῶν ἔργων αἱ χεῖρες ἡμῶν. Καὶ γὰρ ἀλαλάζοντες, καὶ ὅτι ποτʼ οὖν πράττοντες, ἤτοι τῷ Θεῷ ποιοῦμεν. ὅταν κατὰ Θεὸν ᾖ, ἢ τῷ διαβόλῳ, ὅταν κακίαν ἐνεργοῦμεν. Οὕτω δὲ καὶ τῷ Θεῷ ψάλλομεν, καὶ τῷ βεσιλεἴ Χριστῷ, ἀπὸ κοινοῦ τὸ ἐν φωνῇ ἀγαλλιάσεως· ἵν’ ᾖ τό· Κροτήσατε χεῖρας τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως. Εἶναι δύναται πᾶσα ἡ κατὰ Θεὸν, ᾖ ἔπεται τὸ ἀγαλλιᾷν· ἡ δʼ ἐναντία κλαυθμός. Καὶ πάλαι μὴν Κύριος ἦν οὐκ ἐπὶ πᾶσαν τὴν γῆν, καὶ ὕψιστος ὀ̣?γοις, καὶ φοβερὸς εὐλαβέσιν εὐαριθμήτοις, καὶ βαπλεὺς οὐ πολλοῖς, καὶ μέγας σπανίοις, ὁποῖος ἦν ὁ μέγας Ἰσαὰκ καὶ ὁ μέγας Μωσῆς· νυνὶ δὲ παλλῷ πλείοσι ταῦτα πάντα ἐστίν· ἔσται δὲ καὶ ἅπαξ πλλῶς πάντα ἐν πᾶσι. Πρότερον μὲν ἐπὶ τὸν Ἰσραὴλ μόνογ ἦν μέγα τὸ ὄνομα αὐτοῦ· ἀπὸ δὲ τῆς Χριστοῦ παρουσίας μέγας ἐστὶν ἐπὶ πᾶσαν τὴν γῆν. Βαιλεὺς γὰρ νῦν πάσης τῆς γῆς ὁ Θεὸς, ὅτε ἐβασίλευσεν ὁ Θεὶς ἐπὶ τὰ ἔθνη.