Ancient Greek
2 to 4
Origen, Selecta in Psalmos [Dub.] 2-35-4
Not analysed yet
Τοῦ αὐτοῦ. Ἐπὶ ταῖς νίκαις (57) πεφὑκασιν οἱ ἄνθρωποι τὰς χεἴρας κροτεῖν. Τοιγαροῦν κροτήσω μεν καὶ ἡμεῖς ἐπὶ τῇ νίκῃ τοῦ εἰπόντος· «Θαρσεἴτε, ἐγὼ νενίκηκα τὸν κόσμον. »Ἀλαλαγμός ἐστιν ἐπινίκιος ᾠδή. Παρακελεύεται οὖν ἀλαλάζειν τά ἔθνη ἐπὶ τῇ καταπτώσει τῶν ἀντικειμένων δυνάμεων. Ὑπέταξε λαοὺς ἡμῖν, κ. τ. ἑ. «Ὑπέταξ λαοὺς (58), »τοὺς μαθητευομένους τοῖς τοῦ Ἰσραῒλ μυστηρίοις. Ταῦτα δὲ οἱ ἀπόστολοι ἐροῦσιν ἐπὶ τοἴς μαθητευομένοις, οὗσι πολλοῖς. Αὐτὸς δὲ ὁ Κύριος ἡμῶν, μὴ ἐπισταμένων ἐαυτεῖς ἐκλέξασθαι ὃ κληρονομήσομεν, ἐξελέξατο ἡμῖν μερίδα ἣν κληρονομήσομεν, ἥτις ἐστὶ τοῦ Ἰακὼβ καλλονὴ. ἣν ἠγάπησεν ὁ Κύριος. Τοῦ αὐτοῦ. Ἔδωκεν ἡμῖν (59) ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων παὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δὑναμιν τοῦ ἐχθροῦ.