Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΝΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-52
Not analysed yet
Ὁ Θεὸς, ἐν τῷ ὀνόματί σου σῶσόν με, κ. τ. ἑ. Εὔχεται (34) ἕως τοῦ, «ἐνώπιον αὐτῶν. »Εἶτα ἐνεστηκυίας αὐτῷ βοηθείας αἰσθόμενος, οἱονεὶ δείκνυσιν αὐτὴν ἐν τῷ· «Ἰδοὺ ὁ Θεὸς βοηθεῖ μοι, »καὶ τῷ ἑξῆς καὶ τῷ μετʼ αὐτόν. Εἶτα περί τινων εὔχεται ἐντυγχάνειν, ἐπαγγελλόμενος ἑκούσιον ἐπὶ τούτῳ θυσίαν. Εἶτ᾿ εὐχαριστεῖ ἀνταποδοτικῶς τῶν εἰρημένων ἐν τῇ εὐχῇ καὶ ἐντεύξει· καὶ πρὸς τὸ, «Ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτοὺς, »ἀνταποδίδωσιν· «Ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. »