Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΝΓ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-41
Not analysed yet
Ἰδοὺ γὰρ ὁ Θεὸς βοηθεῖ μοι, κ. τ. ἑ. Αἴσθεται εἰσακουσθεὶς (35) καὶ λέγει ταῦτα διὰ μέσου τῶν πρὸς Θεὸν συναφθέντων· Ἂνοὕτως κραταιοὶ «ἐζήτησαν τὴν ψυχήν μου, καὶ οὐ προέθεντο τὸν Θεὸν ἐνώπιον αὐτῶν, ἐν τῇ ἀληθείᾳ σου ἐξολόθρευσον αὐτούς. »Βοηθὸν δὲ ἔχειν ὁμολογεῖ τάχα τὸν Πατέρα καὶ Κύριον ἀντιλαμβανόμενον τῆς ψυχῆς αὐτοῦ, ἵνα εἴπῃ τὸν Υἱὸν, ὅς ἀποστρέψει τὰ κακὰ τοῖς ἐχθροῖς μου. Ἄ γὰρ ἐπάγειν μοι βεβούληνται κακωτικὰ, ταῦτα πρὸς αὐτοὺς ἀναστρέψει, οὕτω τοῦ Θεοῦ κρίνοντος. Τούτῳ συνᾴδει τὸ, «Ποιήσατε αὐτὴν, ὅν τρόπον ἐποιήσατε τὸν πλούσιον. »Καὶ τούτων, φησὶ, συμβεβηκότων αὐθαιρέτῳ γνώμῃ ἐπʼ εὐχαριστίαν ἐρχόμενος, ἑκουσίως θύσω σοι.