Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΞΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-64
Not analysed yet
Ἀλαλάξατε τῷ Θεῷ, κ. τ. ἑ. Ἀλλὰ καὶ (47) τῆς μετὰ μετάνοιαν ἀναστάσεως πᾶσι προκειμένης πάντες ἀλαλαζέτωσαν· πρὸς ἕκαστον γὰρ λέγεται· «Μήτι ὁ πεσὼν οὐκ ἀνίσταται; »Καὶ πρὸς ἅπασαν τὴν ἀπὸ τῶν ἐθνῶν Ἐκκλησίαν ὁ Κύριος λέγει· «Ἀνάστα, ἐλθὲ ἡ πλησίον μου. »Ὁ γὰρ ἀναστὰς διὰ μετανοίας οὐκ ἔστι πόῤῥω Χριστοῦ. Γενομένης δὲ τῆς ἐν ἀλαλαγμῷ κατὰ τῶν ἡττωμένων φωνῆς, οἱ ἐλευθερωθἐντες προστάττονται τῷ τῆς νίκης αἰτίῳ ψάλαι Θεῷ. Δόξαν δὲ δίδωσιν αἰνέσει αὐτοῦ ὁ ἔχων τῇ αἰνέσει πρᾶξιν κατάλληλον· «Τοῖς γὰρ εὐθέσι πρέπει αἴνεσις· »διὸ κωλύεται ὁ φαῦλος τοῦτο ποιεῖν· «οὐκ ὄντος ὡραίου αἴνου ἐν στόματι ἁμαρτωλοῦ. »