Ancient Greek
ΨΑΛΜΟΣ ΞΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 2-48
Not analysed yet
Εἴπατε τῷ Θεῷ· Ὡςφοβερὰ, κ. τ. ἑ. Ὁ ἰδὼν (48) διαφορὰν τοῦ ἀναγγείλαντος τὰ ἔργα τοῦ Θεοῦ πρὸς τὸ, «Καὶ τὰ ποιήματα αὐτοῦ συνῆκαν· »εἰρημένον ἐν ἑξηκοστῷ τρίτῳ ψαλμῷ· καὶ πῶς εἴρηται ἐν ἑκατοστῷ ἕκτῳ· «Οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ποιοῦντες ἐργασίαν ἐν ὕδασι πολλοῖς, αὐτοὶ εἶδον τὰ ἔργα Κυρίου, καὶ τὰ θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ· »ὄψεται πῶς δεῖ λέγειν τῷ Θεῷ· «Ὡς φοβερὰ τὰ ἔργα σου· »οὐχὶ δὲ, «Φοβερὰ τὰ ποιήματά σου. »Καὶ γὰρ τὰ ἔργα Κυρίου εἵδοσαν οἱ καταβαίνοντες εἰς θάλασσαν ἐν πλοίοις, ἐπιτήδειοι κατὰ τοῦτο ὄντες ἰδεῖν τὰ φοβερὰ ἔργα Κυρίου· τὰ γὰρ ἀνάλογα τοῖς ποιήμασι Κυρίου θαυμάσια αὐτοῦ ἐν τῷ βυθῷ οὐκ ἔστι φοβερά.