Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ ΞϚ´.
Origen, Selecta in Psalmos [Dub.] 1-65
Not analysed yet
Ὁ Θεὸς οἰκτειρήσαι ἡμᾶς, κ. τ. ἑ. Προκηρύττει (69) τοῦ Θεοῦ Λόγου τὴν ἐπιφάνειαν καὶ τῶν ἐθνῶν ἀπάντων τὴν σωτηρίαν· ὅθεν «εἰς τὸ τέλος »ἐπιγέγραπται. Καὶ ἐπεὶ μὴ ἀνθρώπινα τὰ κατορθωθέντα, οὐκ ἐν ἐγκωμίοις ἢ ἐπαίνοις, ἀλλʼ «ἐν ὕμνοις »ἐπιγέγραπται ὁ ψαλμός. Θεῖος οὖν ὁ ὕμνος τυγχάνων, τῷ δὲ καὶ πράξεις δηλοῦν τοῦ Σωτῆρος καὶ θεωρίαν αὐτῶν μεγίστην, ἐν ξϚ΄ τέτακται ἀριθμῷ, τελείῳ τυγχάνοντι καὶ ἐν μονάσι καὶ ἐν δεκάσι.