Ancient Greek · ~5 min
17 to 22
Origen, Selecta in Psalmos [Dub.] 17-6-22
Not analysed yet
Τοῦ αὐτοῦ. Πᾶς ὁ ἔχων (63) τὸ ἡγεμονικὸν καθαρὸν, καὶ προσευχόμενος τῷ Θεῷ, οὗτος θυμίαμα μετὰ κριῶν προσφέρει Θεῷ. Δεῦτε, ἀκούσατε, καὶ διηγήσομαι, κ. τ. ἑ. Οὐκ ἀρχαίων (64) διηγημάτων ποιεῖται μνήμην, ἀλλʼ οὐδὲ τίνα τρόπον ἐξ Αἰγύπτου λελύτρωται κατὰ καιροὺς ὁ Ἰσραήλ. Διδάσκει δὲ οὐ κατὰ, φησὶ, τὸ γράμμα τὸ νομικὸν, ἀλλʼ ὡς Νέας Διαθήκης κήρυξ, τὰ νέα τοῦ Σωτῆρος ἡμῶν θαυμάζει κατορθώματα, ὅσα ταῖς ἀπάντων ἡμῶν ἐχαρίσατο ψυχαῖς. Τοῦ αὐτοῦ. Μόνοι οἱ (65) φοβούμενοι τὸν Θεὸν ἀκούειν δύνανται διηγημάτων πνευματιῶν. Ἀδικίαν εἰ ἐθεώρουν ἐν καρδίᾳ μου, κ. τ. ἑ. Τὸ μὴ θεωρεῖν (66) ἀδικίαν ἐν τῇ καρδίᾳ σύμφωνον τῷ, «Οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλʼ οὐκ ἐν τούτῳ δεδικαίωμαι, »καθὰ Παῦλος ὁ μέγας φησί· τῷ δύνασθαι τὸν Θεὸν ὁρᾷν ἅπερ ἡμεῖς οὐχ ὁρῶμεν. Ὅμοιον καὶ τὸ, «Παραπτώματα τίς συνήσει; ἀπὸ τῶν κρυφίων μου καθάρισόν με. »θοῦ αὐτοῦ. Οὐκ εἷπεν (67), «Εἰ ἐθεώρησα, »ἀλλʼ «Εἰ ἐθεώρουν. »Τὸ μὲν γὰρ πρῶτον ὀλιγοχρόνιον σημαίνει τὸν πονηρὸν λογισμόν· τὸ δὲ δεύτερον πολυχρονιώτερον. Εὐλογητὸς ὁ θεὸς, ὃς οὐκ ἀπέστησε τὴν προσευχήν μου, καὶ τὸ ἔλεος αὐτοῦ ἀπʼ ἐμοῦ, κ. τ. ἑ. Τοῦ μὴ καθαρὰν (68) ἔχοντος τὴν καρδίαν ἀφίσταται ἡ καθαρὰ προσευχή· εἰ δὲ ἡ προσευχὴ, καὶ τὸ ἔλεος δηλονότι· διὰ γὰρ τῆς προσευχῆς τὸν ἔλεον αἰτοῦμεν2 παρὰ Θεοῦ.