Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ Ο΄.
Origen, Selecta in Psalmos [Dub.] 1-69
Not analysed yet
Ὅτι Χριστὸς λέγει (37) τὰ ἐν τῷ ψαλμῷ, δῆλον. Εὕχεται τόπον αὐτῷ ὀχυρὸν εἶναι, τὸν Θεόν. Ὁ λέγων· «Ἐγὼ ἐν τῷ Πατρὶ, »φησὶ καὶ τό «Ἐπὶ σὲ ἐπεῤῥίφην ἐκ γαστρός· ἐκ κοιλίας μητρός μου σύ μου εἶ σκεπαστής· »τὸ μὲν, εἰς ἅμα γενέσει μόνος συνῃσθημένος Θεοῦ, καὶ ἐπερεισάμενος αὐτῷ· τὸ δὲ, διὰ τὴν ἐπὶ τῇ προσκυνήσει τῶν μάγων ἐπιβουλὴν εἰς Χριστὸν, Ἡρώδου μηδὲν παθόντα τῷ ἐσκεπάσθαι ὑπὸ Θεοῦ ὅτε τὰ ἀπὸ διετοῦς καὶ κατωτέρω ἀνῃρεῖτο παιδία ἐν ὁρίοις Βηθλεέμ. Τίς δὲ καὶ «ὁ προσθεὶς ἐπὶ πᾶσαν τὴν αἴνεσιν »τοῦ Θεοῦ τὴν ἐν νόμῳ καὶ προφήταις ἢ ὁ Υἱός; Οὗτος δὲ, ταλανίζων γραμματεῖς, οὐκ ἔγνω τὰς γραμματείας αὐτῶν. Καὶ γὰρ οἶδε τὸ ἀποκτεῖνον γράμμα διδάσκειν τὰ τοῦ ζωοποιοῦντος Πνεύματος. Οὗτος δὲ, ἐκ νεκρῶν ἀναστὰς. οὗτος καὶ ἀπαγγείλας βραχίονα τοῦ Θεοῦ τῇ γενεᾷ πάσῃ, φησὶ τῷ Πατρί· «Ἐκ τῶν ἀβύσσων τῆς γῆς πάλιν ἀνήγαγές με. »