Ancient Greek · ~2 min
2 to 3
Origen, Selecta in Psalmos [Dub.] 2-51-3
Not analysed yet
Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα, κ. τ. ἑ. Ἐὰν ἐν ταῖς θλίψεσιν (38) ὑπομένωμεν, οὐκ αἰσχυνθησόμεθα ἐν τῷ αἰῶνι τῷ μέλλοντι· «Ἡ γὰρ θλίψις ὑπομονὴν κατεργάζεται· ἡ δὲ ὑπομονὴ δοκιμήν· ἡ δὲ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει. »Ὁ Θεός μου, ῥῦσαί με ἐκ χερὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος, κ. τ. ἑ. Τὸν Σατανᾶν λέγει (39) ἁμαρτωλὸν, καὶ παράνομον καὶ ἄδικον· ἁμαρτωλὸν μὲν διὰ τὴν χειρίστην ἕξιν· παράνομον δὲ διὰ τὸ παραβῆναι τὸν φυσικὸν νόμον αὐτοῦ· ἄδικον δὲ διὰ τὸ αὐτὸν ἀποστερεῖν τῆς γνώσεως τοῦ Θεοῦ.