Ancient Greek · ~2 min
ΨΑΛΜΟΣ Ϛ´.
Origen, Selecta in Psalmos [Dub.] 1-7
Not analysed yet
Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπέρ τῆς ὀγδόης ψαλμς τῷ Δαυΐδ, κ. τ. ἑ. Υπὲρ τῆς ὀγδόης (29) καὶ ὁ ἑνδέκατος. Διαφέρουσι δὲ αἱ ἐπιγραφαὶ τούτου καὶ τοῦ ἑνδεκάτου, ὅτι οὗτος μέν ἐστιν, «Εἰς τὸ τέλος ἐν ὕμνοις ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυΐδ, »ἐκεῖνος δὲ, Εἰς τὸ τέλος ὑπὲρ τῆς ὀγδόης ψαλμὸς τῷ Δαυΐδ. Τῇ δὲ ὀγδόῃ, οἶμαι, θυμὸς ἐλέγχει καὶ ὀργὴ παιδεύει.