Ancient Greek · ~6 min
ΨΑΛΜΟΣ Ε΄.
Origen, Selecta in Psalmos [Dub.] 10-2
Not analysed yet
Εἰς αἰῶνα ἀγαλλιάσονται, καὶ κατασκηνώσεις ἐν αὐτοῖς, κ. τ. ἑ. Αἰών ἐστι σύστημα (26) φυσικὸν, ἐκ σωμάτων ποικίλων λογικὰς διαφορὰς περιέχον τῆς τοῦ Θεοῦ γνώσεως ἕνεκεν. Εἰς αἰῶνα, φησὶν, ἀγαλλιάσονται, ὅτι καὶ αἰώνιος ἑαυτοῖς κατασκήνωσις. Καὶ καυχήσονται ἐπὶ σοὶ πάντες οἱ ἀγαπῶντες τὸ ὄνομά σου· ὅτι σὺ εὐλογήσεις δίκαιον, Κύριε, κ. τ. ἑ. Εἰ κρείττους (27) οἱ ἀγαπῶντες τῶν φοβουμένων, τὸ καυχᾶσθαι μᾶλλον τῶν ἀγαπώντων ἐστίν. Εἰ δέ ἐστί τις εὔλογος καύχησις καὶ ἐν φόβῳ Κυρίου, ἐλάττων ἐστὶν αὐτὴ τοῦ, καυχήσονται ἐν σοί. Εὐλογεῖ δὲ Νῶε τὸν Σὴμ καὶ τὸν Ἰαφέθ· εὐλογεῖ Μελχισεδὲκ τὸν Ἀβραὰμ, καὶ ὁ Ἰσαὰκ τὸν Ἰακὼβ, καὶ ὁ Ἰακὼβ τοὺς δώδεκα, καὶ ὁ Μωῦσῆς τὰς φυλάς· ἀλλὰ ὑπὲρ πάντα ταῦτα καὶ μετὰ ταῦτα αὐτὸς ὁ Κύριος εὐλογήσει τὸν δίκαιον, ἀνάλογον τῷ, «Αὐτὸς ὁ λαλῶν πάρειμι, »καὶ τῷ, «Μὴ αὐτὸς συμπορεύσῃ. »Ὦς ὅπλῳ εὐδοκίας ἐστεφάνωσας ἡμᾶς, κ. τ. ἑ. Ταυτόν ἐστι τῶν (28) δικαίων ὅπλον καὶ στέφανος· ὡς τὸν ὁπλισάμενον ἐστεφανοῦσθαι, καὶ τὸν στεφανούμενον ὡπλίσθαι. Ἔχει δὲ τοῦτό τι ὅμοιον τῷ, «Στεφάνῳ δὲ τρυφῆς ὑπερασπίσει σε.» Ἡ γνῶσις οὖν τοῦ Θεοῦ, εἰ μὲν ἀμύνεται τοὺς πολεμίους, ὅπλον ἐστὶν εὐδοκίας· εἰ δὲ βασιλεύειν ποιεῖ τινα τῶν παθῶν, στέφανος ὀνομάζεται. Τέμνεται δὲ ἡ τοῦ Θεοῦ γνῶσις εἰς δύο, εἰς πρᾶξιν καὶ θεωρίαν· καὶ τῆς μὲν πράξεως ὅπλον τῆς εὐδοκίας ἐστὶ, τῆς δὲ θεωρίας ὁ στέφανος. Τετήρηται δὲ καὶ ἡ τάξις· πρὸ γὰρ τοῦ στεφάνου τὸ ὅπλον, ἐπειδὴ καὶ πρὸ τῆς θεωρίας ἢ πρᾶξις.