Ancient Greek · ~5 min
1 to 6
Origen, Selecta in Psalmos [Dub.] 1-71-6
Not analysed yet
Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραὴλ, τοῖς εὐθέσι κερδίᾳ, κ. τ. ἑ. Εἰς τὸ ἐφʼ ἑαυτῷ (71) πᾶσιν ἀγαθός ἐστιν ὁ Θεός· «Σωτὴρ »γάρ «ἐστι πάντων ἀνθρώπων, μάλιστα πιστῶν. »Μήποτε δὲ τὸ γεγραμμένον ἴσον δύναται τῷ, Θεωρεῖται τοῖς εὐθέσι τῇ καρδίᾳ ἀγαθός ἐστιν ὁ Θεός. Πῶς γὰρ οὐχὶ καὶ τοῖς κακῶς ἔχουσιν ἀγαθός ἐστιν ὁ ἰατρὸς, οὗ χρῄζουσιν; Ὅτι ἐζήλωσα ἐν τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν, κ. τ. ἑ. Εἰρήνην νῦν (72) τὴν εὔροιαν τοῦ αἰσθητοῦ βίου ὠνόμασεν. Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐτῶν, κ. τ. ἑ. Ἀνάνευσιν λέγει (73) τὴν μνήμην τοῦ θανάτου· ὅθεν ὁ Σύμμαχος, «Ὅτι οὐκ ἐνεθυμοῦντο περὶ τοῦ θανάτου ἑαυτῶν, »πεποίηκεν. Περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαναὐτῶν, κ. τ. ἑ. Ἡ μὲν ἀδικία (74) ἐν τῷ κακῷ βίῳ θεωρεῖται, ἡ δὲ ἀσέβεια ἐν τοῖς ψευδέσι δόγμασι. Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν, κ. τ. ἑ. «Ἐξίεσαν ἀπὸ λίπους (75) οἱ ὀφθαλμοὶ, »κατὰ Σύμμαχον. Ἔθεντο εἰς οὐρανόν τὸ στόμα αὐτῶν, καὶ ὁ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς, κ. τ. ἑ Τὸ, «Ὁ κολλώμενος τῷ Κυρίῳ ἒν πνεῦμά ἐστιν. »Ἄμα δὲ καὶ μανθάνομεν διὰ τούτων τὴν τοῦ ἀγαθοῦ Θεοῦ οὐσίαν.