Ancient Greek · ~2 min
1 to 2
Origen, Selecta in Psalmos [Dub.] 1-72-2
Not analysed yet
Ἴνα τί, ὁ Θεὸς, ἀπώσω εἰς τέλος, κ. τ. ἑ. Ὡς πρὸς τὸ ῥητὸν (89) ταῦτά φασιν οἱ ἐν τῇ αἰχμαλωσίᾳ. Ἀπωθεῖται δὲ οὓς ἀπωθεῖται Κύριος κατὰ τὸ πλῆθος τῶν ἀσεβειῶν αὐτῶν· καί τινας ἀπωθεῖται, ὧς γέγραπται, ἕως σφόδρα· οὓς δὲ «εἰς τέλος »καὶ τὰ ἔσχατα. Ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου, κ τ. ἑ. Τὸ, «Εἰσελεύσεται (90), καὶ ἐξελεύσεται, καὶ νομὴν εὑρήσει, »τούτῳ χρήσιμον.