Ancient Greek · ~2 min
1 to 2
Origen, Selecta in Psalmos [Dub.] 1-73-2
Not analysed yet
Εἰς τὸ τέλος, μὴ διαφθείρῃς, ψαλμὸς ᾠδῆς τῷ Ἀσὰφ, κ. τ. ἑ. Γέγραπται ἐν τῇ πρώτῃ (7) τῶν Βασιλειῶν· «Καὶ εἶπε Δαυῒδ πρὸς Ἀβεσαΐ· Μὴ διαφθείρῃς αὐτὸν, »δηλονότι τὸν Σαούλ· ἅπερ ὅρα εἰ χρήσιμά ἐστι πρὸς τὴν ἐπιγραφήν. Ἐξομολογησόμεθά σοι, ὁ Θεὸς, ἐξομολογησόμεθα, καὶ ἐπικαλεσόμεθα τὸ ὄνομά σου, κ. τ. ἑ. Ἡ ἐν Χριστῷ (8) Ἐκκλησία τοὺς δύο στίχους λέγει.