Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΟΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 3-48
Not analysed yet
Διηγήσομαι πάντα τὰ θαυμάσιά σου. Ὅταν λέβω καιρὸν, κ. τ. ἑ. Ὁ Σύμμαχος (9)· «Ὅταν λάβω τὴν συναγωγήν. »Ὄταν, φησὶν, ἐπανέλθωμεν, καὶ εἰς τὸν ἱερόν σου συναθροισθῶμεν ναὸν, τότε σε ἐννόμως ὑμνήσομεν· καὶ τὰς σὰς εὐεργεσίας τοὺς ἀγνοοῦντας διδάξομεν· ἐκεῖνος γὰρ ἡμῖν ὁ καιρὸς τοῦτο ποιεῖν ἐπιτρέψει. Οὕτως ἃ ἐχρῆν τοὺς ἐν Βαβυλῶνι δορυαλώτους διδάξας, ὑποδείκνυσι τὸν Θεὸν πρὸς τὰς γεγενημένας ἐπαγγελίας ἀποκρουόμενον καὶ λέγοντα· «Ἐγὼ εὐθύτητας κρινῶ. »Ὅρα τοίνυν εἰ μὴ διὰ τούτων ὁ Σωτὴρ τὰς οἰκείας ἐνεργείας διδάσκει, τὴν τοῦ Πατρὸς διεξιὼν θεολογίαν. Φησὶ γοῦν· «Διηγήσομαι τὰ θαυμάσιά σου, ὁ Θεὸς, ὅταν λάβω τὴν συναγωγήν· »ἐπαγγέλλεται γὰρ, καιροῦ ἐπιτηδείου λαβόμενος, πάντα τὰ θαύματα τοῦ Πατρὸς διηγήσασθαι. Δικαιοσύνης δὲ καὶ εὐθύτητος ἔργον τὸ μὴ μόνους Ἰουδαίους προσίεσθαι, ἀλλʼ ἐξ ἀπάντων ἐθνῶν τὴν ἐκλογὴν ποιεῖσθαι τῶν σωζομένων.