Ancient Greek · ~4 min
ΨΑΛΜΟΣ ΟΕ΄.
Origen, Selecta in Psalmos [Dub.] 1-74
Not analysed yet
Γνωστὸς ἐν τῇ Ἰουδαίᾳ ὁ Θεὸς, ἐν τῷ Ἰσραῆλ μέγα τὸ ὄνομα αὐτοῦ, καὶ ἐγενήθη ἐν εἰρήνῃ ὁ τό πος αὐτοῦ, κ. τ. ἑ. Ὁ φύσει τοῦ Θεοῦ (13) ἐν ἡμῖν τόπος, οὐκ ὣν πρότερον ἐν εἰρήνῃ, γέγονεν εἰρήνη. Ἐν τῇ Χριστοῦ οὖν ἐπιδημίᾳ ἐγνώσθη ὁ Θεὸς, ἀποκαλύψαντος αὐτὸν τοῦ Υἱοῦ ἐν τῇ ἄνω Ἰεροοσαλήμ Ἤ ἐν τῇ ἄνω Ἰουδαίᾳ γνωστὸς ὁ Θεὸς, ἔνθα ὁ ὀληθινὸς Θεός ἐστιν αὐτοῦ, καὶ οὐ τυπικὴ δόξα αὐτοῦ νῦν γὰρ διʼ ἐσόπτρου καὶ ἐν αἰνίγματι γνωστός ἐσπιν ὁ Θεός. Ἀλλὰ καὶ οὐκ ἐν τῷ κατὰ σάρκα, ἀλλὰ λστὰ πνεῦμα Ἰσραὴλ μέγα τὸ ὄνομα αὐτοῦ. «Τόπος »δὲ Θεοῦ ὃν διδόασιν ἐν ἑαυτοῖς αὐτῷ, ἐν τῇ ἄνω ἐστὶν Ἰουδαίᾳ, ἐνόᾗ «ἐγενήθη ἐν εἰρήνῃ·» ᾧ ἀνάλογόν ἐστ «τὸ κατοικητήριον »τοῦ Θεοῦ «ἐν Σιὼν, »περὶ ᾗς εἴρηται· «Ἀλλὰ προσεληλύθατε Σιὼν ὄρει, καὶ πόλει Θεοῦ ζῶντος Ἰερουσαλὴμ ἐπουρανίῳ» ἔνθα διὰ τοῦτό ἐστιν εἰρήνη, ἐπεὶ συνετρίβη ἐν αὐτῇ τὰ κράτη τῶν τόξων, ὅπλον καὶ ῥομφαία, καὶ πόλεμος.