Ancient Greek · ~3 min
ΨΑΛΜΟΣ ΟΔ΄.
Origen, Selecta in Psalmos [Dub.] 6-38
Not analysed yet
Ὅτι ποτήριον ἐν χερὶ Κυρίου, οῖνου ἀκράτου πλῆρες κεράσματος· καὶ ἔκλανεν ἐκ τούτου εἰς τοῦτο, πλὴν ὁ τρυγίας αὐτοῦ οὐκ ἐξεκετώδη Πίονται πάντες οἱ ἁμαρτωλοὶ τῆς γῆς, κ. τ. ἑ. Νῦν μὲν αἱ κολάσεις (12) κεκερασμέναι προσάγονται τοῖς ἁμαρτάνουσιν· ἐν δὲ τῷ μέλλοντι ἅκρατοι καὶ ὡσανεὶ τρυγώδεις προσενεχθήσονται. Ἢ καὶ οὕτω. Τὸ ποτήριον, φησὶν, ἔστιν ἐν τῇ τοῦ Κυρίου χειρὶ, εἰς ὅ ἑκάστου ἀνθρώπου τοὺς καρποὺς καὶ τοὺς ἀγα θοὺς καὶ τοὺς πονηροὺς οἱονεὶ ἐκπιέζων, καὶ τύ ἀγαθὰ τοῖς πονηροῖς ἀνακιρνῶν, πλῆρες αὐτὸ ἀποτελεἴ· εἶτα ὧν οὐκ ἐκχεῖται ὁ τρυγίας, τουτέστιν ὧν ἐναπομἔνουσιν αἰ ἁμαρτίαι, οὗτοι αὐτὸ ἐκπίοντα. καὶ τοῖς ἰδίοις κακοῖς μεθυσθήσονται· ὥσπερ καὶ ος ἄγιοι πάντες τὸ ποτήριον τῆς ζωῆς ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μετʼ αὐτοῦ τοῦ Κυρίου Ἰησοῦ, κατὰ τὴν τοῦ Κυρίου φωνήν.